Τὴν πολυάριθμον χορείαν καὶ θεόπλοκον, τῶν Σαλῶν Πάντων ἁγίων
μακαρίσωμεν, τοὺς ἀξίως τιμηθέντας παρὰ Κυρίου. Ἐκκλησίας γὰρ τυγχάνουσι
στηρίγματα, ὑπὲρ Ἧς καθικετεύουσι τὸν Κτίσαντα, αὐτοῖς βοήσωμεν·
Χαίροις Ἅγιον σύστημα.
Ἀνδρέαν, τὸν ἐν Βασιλίδι διαλάμψαντα, μετ’ εὐφροσύνης οἱ πιστοὶ
ἀνυμνήσωμεν (γ΄)· ὡς κορυφαῖον τῆς τῶν Σαλῶν σεπτῆς χορείας. Μετ’ αὐτοῦ
δὲ τὸν ἐν Τότμα τούτου ὁμώνυμον, Ἀντώνιόν τε τοῦ Βαλαὰμ καὶ Ἀντώνιον
ἕτερον τὸν τοῦ Ζαντόσκ, Ἀρσενίους τε δύο τοὺς τῆς
Νοβογράδας, μετ’ Ἀναστασίας καὶ Ἀσινὲθ τῶν Νεομαρτύρων, βοῶντες αὐτοῖς τοιαῦτα·
Χαίρετε, οἱ τῶν λόγων τοῦ Παύλου ἐκφραγίσματα·
χαίρετε, οἱ τῶν λημμάτων τῆς πλάνης καταπτώματα.
Χαίρετε, οἱ ὑπάρχοντες Ὀρθοδόξων λαμπρότης·
χαίρετε, οἱ τυγχάνοντες Ἐκκλησίας φαιδρότης.
Χαίρετε, ἥλιοι ὁλόφωτοι, Ἐκκλησίας τοῦ Χριστοῦ·
χαίρετε, στηρίγματα ἀκράδαντα, τοῦ ποιμνίου τοῦ Θεοῦ.
Χαίρετε, εἰκόνες ἐν σαρκί, ἀῤῥαγοῦς καρτερίας·
χαίρετε, ἄνθη τὰ μυρίπνοα, μυστικῆς εὐθαλείας.
Χαίρετε, τὰ πυρὸς τῆς πλάνης σβεστήρια·
χαίρετε, τὰ φωτὸς οὐρανίου κειμήλια.
Χαίρετε, στεῤῥὰ τῆς πίστεως στηρίγματα·
χαίρετε, λαμπρὰ τῆς ἀληθείας σκηνώματα.
Χαίροις Ἅγιον σύστημα.
Βασίλειον τὸν τῆς Μόσχας πολιοῦχον, ἀξιοχρέως οἱ πιστοὶ τιμήσωμεν.
Οὗτος γὰρ γυμνῷ τῷ σώματι ἐν μέσῳ χειμῶνι περιεφέρετο, ἐγκαρδίῳ πυρὶ
θερμαινόμενος. Χριστῷ δὲ τῷ Θεῷ ἐβόα·
Ἀλληλούϊα.
Γεώργιον μετὰ Γερασίμου μεγαλύνομεν, τοὺς τῆς διὰ Χριστὸν ἐραστὰς
σαλότητος καὶ κήρυκας· ὁ πρῶτος μὲν ἐν Σενκούσρκ, ἀσκητικῶς ἠγωνίσατο· ὁ
ἕτερος δέ, ἐν Μολδαβίᾳ, ἐρημιτικῶς τὸν βίον ἤνυσεν. Διὸ ἀμφότεροι
στεφάνους παρὰ Κυρίου ἔλαβον, καὶ οὐρανίῳ φωτὶ καταυγάζουσι, τοὺς
βοῶντας·
Χαίρετε, οἱ μωροὶ καὶ ἀσθενεῖς διὰ Χριστόν·
χαίρετε, οἱ ἄτιμοι, ὡς λέγει Παῦλος, δι’ Αὐτόν.
Χαίρετε, οἱ μεγάλοι ἐν τῇ ἀσκήσει·
χαίρετε, οἱ μέγιστοι ἐν τῇ φρονήσει.
Χαίρετε, ἐγκρατείας κανόνες οἱ εὐθύτατοι·
χαίρετε, ἀπαθείας λειμῶνες οἱ μυρίπνοοι.
Χαίρετε, οἱ ἀνδρείως ὑποστάντες τοὺς τῆς ἀσκήσεως πόνους·
χαίρετε, οἱ φανέντες ὑπὲρ τοὺς τῆς φύσεως νόμους.
Χαίρετε, οἱ ἐν ἄθλοις στεῤῥοὶ καὶ ἀήττητοι·
χαίρετε, οἱ ἐν πόνοις ἀσκητικοῖς οἱ πρόθυμοι.
Χαίρετε, δι’ οὗς ἡ Ἐκκλησία χορεύει·
χαίρετε, παρ’ οὗς ἐκβοῶσα προστρέχει.
Χαίροις Ἅγιον σύστημα.
Δόξαν τὴν τοῦ Σωτῆρος, ὁλοτρόπως ποθήσαντες, θέατρον τῷ κόσμῳ
ἐγεννήθησαν, οἱ ὑφ’ ἡμῶν ἀναξίως τιμώμενοι Ἅγιοι. Παρεῖδον γὰρ τὰ τοῦ
κόσμου τερπνά, Χριστῷ ἀκολουθῆσαι προκρίνατες. Θείου δὲ Πνεύματος
πλησθέντες, Αὐτῷ καρδίας ἔψαλλον·
Ἀλληλούϊα.
Εὐλόγιος ὁ Προφήτης, Ἰβηρίας ὁ γόνος, οἷάπερ μέλισσα νοητή, τὰ
κρείττονα ζητῶν, ἐπιπλάστου μωρίας τὸν ἀγῶνα ἀνέλαβεν. Δι’ οὗ τὴν τῶν
μελλόντων πραγμάτων προλέγειν τὴν χάριν λαβών, ἀκούει μετὰ τῶν σὺν αὐτῷ,
παρ’ ἡμῶν ταῦτα·
Χαίρετε, οἱ σάλπιγγες τῆς εὐσεβείας·
χαίρετε, οἱ κήρυκες τῆς ἀληθείας.
Χαίρετε, οἱ Σατὰν καταργήσαντες πλάνην·
χαίρετε, οἱ πιστοῖς ἄνωθεν νέμοντες χάριν.
Χαίρετε, οἱ ἀρνηθέντες τὸ φθειρόμενον σῶμα·
χαίρετε, οἱ συνειδήσει ἐκχύσαντες αἷμα.
Χαίρετε, οἱ διὰ σημείων κηρυχθέντες·
χαίρετε, οἱ τοῦ λαοῦ προστάται φανέντες.
Χαίρετε, ἡ πολλῶν ἀσθενῶν θεραπεία·
χαίρετε, οἱ προσαχθέντες τῷ Τυθέντι θυσία.
Χαίρετε, δοχεία τῆς τοῦ Πνεύματος χάριτος·
χαίρετε, ταμεῖα τῆς Αὐτοῦ ἁγιότητος.
Χαίροις Ἅγιον σύστημα.
Ζῆλον θεῖον ὡς φλόγα, ἐν ψυχῇ κεκτημένοι, οἱ διὰ Χριστὸν τὸν Θεὸν
Σαλοὶ Ἅγιοι, βιοτῆς τῆς προσκαίρου τὰ τερπνὰ παρεῖδον καὶ ἀσκήσεως
σκληροτάτης τὴν ὁδὸν ἐξελέξατοι. Δι’ ἧς οὐρανίων ἔτυχον δωρεῶν καὶ
σωτηρίας βοῶντες·
Ἀλληλούϊα.